Acts 16:9-13

SBLGNT(i) 9 καὶ ὅραμα ⸀διὰ νυκτὸς ⸂τῷ Παύλῳ ὤφθη⸃, ἀνὴρ ⸂Μακεδών τις ἦν⸃ ἑστὼς ⸀καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. 10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸς εὐαγγελίσασθαι αὐτούς. 11 Ἀναχθέντες ⸀οὖν ⸀ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲ ἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν⸃, 12 ⸀κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος⸃ Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύλης παρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν⸃ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
SBL Greek NT Apparatus

9 διὰ WH Treg ] + τῆς NIV RP • τῷ Παύλῳ ὤφθη WH Treg NIV ] ὤφθη τῷ Παύλῳ RP • Μακεδών τις ἦν WH Treg NIV ] τις ἦν Μακεδών RP • καὶ WH Treg NIV ] – RP
10 εἰς WH Treg NIV ] + τὴν RP • θεὸς WH Treg NIV ] κύριος RP
11 οὖν WH Treg RP ] δὲ NIV • ἀπὸ WH Treg NIV ] + τῆς RP • δὲ WH Treg NIV ] τε RP • Νέαν Πόλιν WH Treg NIV ] Νεάπολιν RP
12 κἀκεῖθεν WH Treg NIV ] ἐκεῖθέν τε RP • πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA • ταύτῃ WH Treg NIV ] αὐτῇ RP
13 πύλης WH Treg NIV ] πόλεως RP • ἐνομίζομεν προσευχὴν WH Treg NIV ] ἐνομίζετο προσευχὴ RP