SBLGNT(i)
36 Ταῦτα δὲ αὐτῶν λαλούντων ⸀αὐτὸς ἔστη ἐν μέσῳ ⸀αὐτῶν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂τῇ καρδίᾳ⸃ ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ⸂ἐγώ εἰμι αὐτός⸃· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 ⸂[καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]⸃ 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ ⸀μέρος· 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 Εἶπεν δὲ ⸂πρὸς αὐτούς⸃· Οὗτοι οἱ λόγοι ⸀μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως ⸀καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως ⸀γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ⸀καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη — ⸀ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς ⸀ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ ⸀πόλει ἕως οὗ ἐνδύσησθε ⸂ἐξ ὕψους δύναμιν⸃.
Luke 24:36-49
SBL Greek NT Apparatus
36 αὐτὸς WH Treg NIV ] + ὁ Ἰησοῦς RP • αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NIV RP
38 τῇ καρδίᾳ WH Treg NIV ] ταῖς καρδίαις RP
39 ἐγώ εἰμι αὐτός WH Treg NIV ] αὐτὸς ἐγώ εἰμι RP
40 καὶ τοῦτο … τοὺς πόδας Treg NIV RP ] ⟦WH⟧ • ἔδειξεν ⟦WH⟧ Treg NIV ] ἐπέδειξεν RP
42 μέρος WH NIV ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP
44 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP • μου WH Treg NIV ] – RP • καὶ RP ] + τοῖς WH Treg NIV
46 γέγραπται WH Treg NIV ] + καὶ οὕτως ἔδει RP
47 καὶ Treg NIV RP ] εἰς WH NA • ἀρξάμενοι WH Treg NIV ] ἀρξάμενον RP
48 ἐστε Treg ] – WH NIV; δέ ἐστε RP
49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NIV RP • πόλει WH Treg NIV ] + Ἱερουσαλήμ RP • ἐξ ὕψους δύναμιν WH Treg NIV ] δύναμιν ἐξ ὕψους RP