Song of Songs

Brenton_Greek(i) 1 ἌΣΜΑ ἆσμάτων, ὅ ἐστι τῷ Σαλωμών. 2 Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, 3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μῦρον ἐκκενωθὲν ὄνομά σου· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, 4 εἵλκυσάν σε· ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν· εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε.
5 Μέλαινά εἰμι ἐγὼ καὶ καλή, θυγατέρες Ἱερουσαλὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλωμών. 6 Μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν, ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.
7 Ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπʼ ἀγέλαις ἑταίρων σου.
8 Ἐὰν μὴ γνῷς σεαυτὴν ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. 9 Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε ἡ πλησίον μου. 10 Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι; 11 Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου.
12 Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ· νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. 13 Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί, ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται. 14 Βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοί, ἐν ἀμπελῶσιν Ἐγγαδδί.
15 Ἰδοὺ εἶ καλή ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί. 16 Ἰδοὺ εἶ καλός ὁ ἀδελφιδός μου, καί γε ὡραῖος πρὸς κλίνῃ ἡμῶν σύσκιος. 17 Δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.
Reformed Dating