Leviticus 22:18-21

Brenton_Greek(i) 18 λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ πάσῃ συναγωγῇ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραὴλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν, ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα· 19 Δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων, ἢ ἐκ τῶν προβάτων, καὶ ἐκ τῶν αἰγῶν. 20 Πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν. 21 Καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ Κυρίῳ, διαστείλας εὐχὴν ἢ κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν, ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰσδεκτόν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ.