Mark 12:2-8

SBLGNT(i) 2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τῶν καρπῶν⸃ τοῦ ἀμπελῶνος· 3 ⸀καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον ⸀ἐκεφαλίωσαν καὶ ⸀ἠτίμασαν. 5 ⸀καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες⸃. 6 ἔτι ⸂ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν⸃ αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς⸃ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸂πρὸς ἑαυτοὺς εἶπαν⸃ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8 καὶ λαβόντες ⸂ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν⸃ ἔξω τοῦ ἀμπελῶνος.
SBL Greek NT Apparatus

2 τῶν καρπῶν WH Treg NIV ] τοῦ καρποῦ RP
3 καὶ WH Treg NIV ] Οἱ δὲ RP
4 κἀκεῖνον WH Treg NIV ] + λιθοβολήσαντες RP • ἐκεφαλίωσαν WH NIV ] ἐκεφαλαίωσαν Treg RP • ἠτίμασαν WH NIV ] ἠτίμησαν Treg; ἀπέστειλαν ἠτιμωμένον RP
5 καὶ WH Treg NIV ] + πάλιν RP • οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες WH Treg NIV ] τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες RP
6 ἕνα … ἀπέστειλεν WH Treg NIV ] οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ RP • ἔσχατον πρὸς αὐτοὺς WH Treg NIV ] πρὸς αὐτοὺς ἔσχατον RP
7 πρὸς ἑαυτοὺς εἶπαν WH Treg NIV ] εἶπον πρὸς ἑαυτοὺς RP
8 ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν WH Treg NIV ] αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον RP