1 Samuel 16:13-15

Brenton_Greek(i) 13 Καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου, καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω· καὶ ἀνέστη Σαμουὴλ, καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ.
14 Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαοὺλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου. 15 Καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτὸν, ἰδοὺ δὴ, πνεῦμα Κυρίου πονηρὸν πνίγει σε.