1 Corinthians 10:6-12

SBLGNT(i) 6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. 8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9 μηδὲ ἐκπειράζωμεν τὸν ⸀Χριστόν, ⸀καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ⸀ἀπώλλυντο. 10 μηδὲ γογγύζετε, ⸀καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα ⸀δὲ ⸂τυπικῶς συνέβαινεν⸃ ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων ⸀κατήντηκεν. 12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ,
SBL Greek NT Apparatus

9 Χριστόν RP NA ] κύριον WH Treg NIV • καθώς WH Treg NIV ] + καί RP • ἀπώλλυντο WH Treg NIV ] ἀπώλοντο RP
10 καθάπερ WH Treg NIV ] καθὼς καί RP
11 δὲ WH Treg NIV ] + πάντα RP • τυπικῶς συνέβαινεν WH Treg NIV ] τύποι συνέβαινον RP • κατήντηκεν WH Treg NIV ] κατήντησεν RP