Matthew 24:15-18

SBLGNT(i) 15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ⸀ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸀ἐπὶ τὰ ὄρη, 17 ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιον⸃ αὐτοῦ.
SBL Greek NT Apparatus

15 ἑστὸς WH Treg NIV ] ἑστὼς RP
16 ἐπὶ RP ] εἰς WH Treg NIV
17 καταβάτω WH Treg NIV ] καταβαινέτω RP
18 τὸ ἱμάτιον WH Treg NIV ] τὰ ἱμάτια RP