Brenton_Greek(i)
5 Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 6 ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. 7 Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. 8 Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
9 Ὅτι σύ Κύριε ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. 10 Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.
9 Ὅτι σύ Κύριε ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. 10 Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.