Brenton_Greek(i)
2 Ζῇ ὁ Θεὸς, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν, 3 ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ρινί, 4 μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. 5 Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπολλάξω μου τὴν ἀκακίαν μου. 6 Δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας.