Acts 25:1-3

SBLGNT(i) 1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας, 2 ἐνεφάνισάν ⸀τε αὐτῷ ⸂οἱ ἀρχιερεῖς⸃ καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν 3 αἰτούμενοι χάριν κατ’ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
SBL Greek NT Apparatus

2 τε WH Treg NIV ] δὲ RP • οἱ ἀρχιερεῖς WH Treg NIV ] ὁ ἀρχιερεὺς RP