SBLGNT(i)
4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς ⸀Σίμων ⸀εἶπεν· Ἐπιστάτα, δι’ ⸀ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω ⸂τὰ δίκτυα⸃. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, ⸀διερρήσσετο δὲ ⸂τὰ δίκτυα⸃ αὐτῶν. 7 καὶ κατένευσαν τοῖς ⸀μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. 8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ⸀ὧν συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ⸀ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ⸀πάντα ἠκολούθησαν αὐτῷ.
Luke 5:4-11
SBL Greek NT Apparatus
5 Σίμων WH Treg NIV ] ὁ Σίμων RP • εἶπεν WH NIV ] + αὐτῷ Treg RP • ὅλης WH Treg NIV ] + τῆς RP • τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
6 διερρήσσετο WH Treg NIV ] διερρήγνυτο RP • τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
7 μετόχοις WH Treg NIV ] + τοῖς RP
9 ὧν WH Treg NIV ] ᾗ RP
10 ὁ Treg NIV RP ] – WH
11 πάντα WH Treg NIV ] ἅπαντα RP
5 Σίμων WH Treg NIV ] ὁ Σίμων RP • εἶπεν WH NIV ] + αὐτῷ Treg RP • ὅλης WH Treg NIV ] + τῆς RP • τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
6 διερρήσσετο WH Treg NIV ] διερρήγνυτο RP • τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
7 μετόχοις WH Treg NIV ] + τοῖς RP
9 ὧν WH Treg NIV ] ᾗ RP
10 ὁ Treg NIV RP ] – WH
11 πάντα WH Treg NIV ] ἅπαντα RP