Job 41

Brenton_Greek(i) 1 20 Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; 2 21 Ἢ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; 3 22 Λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; 4 23 Θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; 5 24 Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; 6 25 Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη; 7 26 Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. 8 27 Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.
9 Ούχ ἑώρακας αὐτόν; οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; 10 Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; 11 Ἢ τίς ἀντιστήσεταί μοι, καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,
12 Οὐ σιωπήσομαι διʼ αὐτόν· καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτῷ. 13 Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; 14 Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. 15 Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι· σύνδεσμος δὲ αὐτοῦ, ὥσπερ σμυρίτης λίθος. 16 Εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. 17 Ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. 18 Ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. 19 10 Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται ὡς λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ὡς ἐσχάραι πυρός. 20 11 Ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. 21 12 Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. 22 13 Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. 23 14 Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπʼ αὐτὸν, οὐ σαλευθήσεται. 24 15 Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. 25 16 Στραφέντος δὲ αὐτοῦ, φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. 26 17 Ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσι δόρυ, καὶ θώρακα. 27 18 Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. 28 19 Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκεον· ἥγηται μὲν πετροβόλον χόρτον. 29 20 Ὡς καλάμη ἐλογίσθησαν σφυρὰ, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. 30 21 Ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. 31 22 Ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, 32 23 τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. 33 24 Οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου. 34 25 Πᾶν ὑψηλὸν ὁρᾷ· αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.