Brenton_Greek(i)
17 Φόβος καὶ βόθυνος καὶ παγὶς ἐφʼ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. 18 Καὶ ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου, ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. 19 Ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. 20 Ἔκλινεν ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ· κατίσχυσε γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία, καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι.