2 Samuel 19:41-20:13

Brenton_Greek(i) 41 Καὶ ἰδοὺ πᾶς ἀνὴρ Ἰσραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα, καὶ εἶπε πρὸς τὸν βασιλέα, τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰούδα, καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην, καὶ πάντες ἄνδρες Δαυὶδ μετʼ αὐτοῦ; 42 Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰούδα πρὸς ἄνδρα Ἰσραὴλ, καὶ εἶπαν, διότι ἐγγίζει πρὸς μὲ ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν, ἢ ἄρσιν ᾖρεν ἡμῖν; 43 Καὶ ἀπεκρίθη ἀνὴρ Ἰσραὴλ τῷ ἀνδρὶ Ἰούδα, καὶ εἶπε, δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με, καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ Ἰούδα ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ἰούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ἰσραήλ.
20 1 Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεὲ, υἱὸς Βοχορὶ ἀνὴρ ὁ Ἰεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπεν, οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ, οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ. 2 Καὶ ἀνέβη πᾶς ἀνὴρ Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί· καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν, ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἱερουσαλήμ.
3 Καὶ εἰσῆλθε Δαυὶδ εἰς οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ· καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς, καὶ διέθρεψεν αὐτὰς, καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε· καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι.
4 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαῒ, βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι. 5 Καὶ ἐπορεύθη Ἀμεσσαῒ τοῦ βοῆσαι τὸν Ἰούδαν, καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ Δαυίδ. 6 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀμεσσαῒ, νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ· καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου, καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μή ποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς, καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν. 7 Καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ Ἀμεσσαῒ καὶ οἱ ἄνδρες Ἰωὰβ, καὶ ὁ Χερεθὶ, καὶ ὁ Φελεθὶ, καὶ πάντες οἱ δυνατοὶ, καὶ ἐξῆλθον ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
8 Καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών· καὶ Ἀμεσσαῒ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν· Καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ, καὶ ἐπʼ αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς· καὶ ἡ μάχαιρα ἐξῆλθε· καὶ αὐτὴ ἐξῆλθε καὶ ἔπεσε.
9 Καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαῒ, εἰ ὑγιαίνεις σὺ, ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαῒ τοῦ καταφιλῆσαι αὐτόν. 10 Καὶ Ἀμεσσαῒ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ· καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε· καὶ Ἰωὰβ καὶ Ἀβεσσαῒ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. 11 Καὶ ἀνὴρ ἔστη ἐπʼ αὐτὸν τῶν παιδαρίων Ἰωὰβ, καὶ εἶπε, τίς ὁ βουλόμενος Ἰωὰβ, καὶ τίς τοῦ Δαυίδ, ὀπίσω Ἰωάβ; 12 Καὶ Ἀμεσσαῒ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου· καὶ εἶδεν ἀνήρ, ὅτι εἱστήκει πᾶς ὁ λαὸς, καὶ ἀπέστρεψε τὸν Ἀμεσσαῒ ἐκ τῆς τρίβου εἰς ἀγρόν· καὶ ἐπέῤῥιψεν ἐπʼ αὐτὸν ἱμάτιον, καθʼ ὅτι εἶδε πάντα τὸν ἐρχόμενον ἐπʼ αὐτὸν ἑστηκότα. 13 Ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωὰβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.