SBLGNT(i)
2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ ⸀παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ⸀ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν ⸀καὶ πρεσβυτέροις 4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ⸀ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ⸀ὄψῃ. 5 καὶ ῥίψας τὰ ἀργύρια ⸂εἰς τὸν ναὸν⸃ ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. 6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· 7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. 8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. 9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.
Matthew 27:2-10
SBL Greek NT Apparatus
2 παρέδωκαν WH Treg NIV ] + αὐτὸν Ποντίῳ RP
3 παραδιδοὺς Treg NIV RP ] παραδοὺς WH • ἔστρεψεν WH Treg NIV ] ἀπέστρεψεν RP • καὶ WH Treg NIV ] + τοῖς RP
4 ἀθῷον Treg NIV RP ] δίκαιον WH • ὄψῃ WH Treg NIV ] ὄψει RP
5 εἰς τὸν ναὸν WH Treg NIV ] ἐν τῷ ναῷ RP