SBLGNT(i)
13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας ⸀οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ. 15 ἀλλ’ οὐδὲ Ἡρῴδης, ⸂ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς⸃· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· 16 παιδεύσας οὖν αὐτὸν ⸀ἀπολύσω. 18 ⸀Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν ⸀τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ⸂βληθεὶς ἐν τῇ φυλακῇ⸃. 20 πάλιν ⸀δὲ ὁ Πιλᾶτος ⸀προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· ⸂Σταύρου σταύρου⸃ αὐτόν.
Luke 23:13-21
SBL Greek NT Apparatus
14 οὐθὲν WH Treg NIV ] οὐδὲν RP
15 ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς WH NIV ] ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν Treg RP
16 ἀπολύσω WH Treg NIV ] + 17 Ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. RP
18 Ἀνέκραγον WH Treg NIV ] Ἀνέκραξαν RP • τὸν WH Treg NIV ] – RP
19 βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NIV ] βεβλημένος εἰς φυλακήν RP
20 δὲ WH Treg NIV ] οὖν RP • προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NIV
21 Σταύρου σταύρου WH Treg NIV ] Σταύρωσον σταύρωσον RP