SBLGNT(i)
18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 20 τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν ⸀μητέρα. 21 ὁ δὲ εἶπεν· Ταῦτα πάντα ⸀ἐφύλαξα ἐκ νεότητος ⸀μου. 22 ἀκούσας ⸀δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ⸀ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται⸃· 25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ ⸂τρήματος βελόνης⸃ εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26 Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ⸂παρὰ τῷ θεῷ ἐστιν⸃. 28 Εἶπεν δὲ ⸀ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς ⸂ἀφέντες τὰ ἴδια⸃ ἠκολουθήσαμέν σοι. 29 ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ⸂γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς⸃ ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, 30 ὃς ⸀οὐχὶ μὴ ⸀ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Luke 18:18-30
SBL Greek NT Apparatus
20 μητέρα WH Treg NIV ] + σου RP
21 ἐφύλαξα WH Treg NIV ] ἐφυλαξάμην RP • μου Treg RP ] – WH NIV
22 δὲ WH Treg NIV ] + ταῦτα RP • οὐρανοῖς Holmes WHmarg ] τοῖς οὐρανοῖς WH Treg NIV; οὐρανῷ RP
23 ἐγενήθη WH Treg NIV ] ἐγένετο RP
24 Ἰησοῦς WH NIV ] + περίλυπον γενόμενον Treg RP NA • εἰς … θεοῦ εἰσπορεύονται WH Treg NIV ] εἰσελεύσονται εἰς … θεοῦ RP
25 τρήματος βελόνης WH Treg NIV ] τρυμαλιᾶς ῥαφίδος RP
27 παρὰ τῷ θεῷ ἐστιν WH Treg NIV ] ἐστιν παρὰ τῷ θεῷ RP
28 ὁ WH Treg NIV ] – RP • ἀφέντες τὰ ἴδια WH Treg NIV ] ἀφήκαμεν πάντα καὶ RP
29 γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς WH NIV ] γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα Treg RP
30 οὐχὶ WH NIV ] οὐ Treg RP • ἀπολάβῃ Treg NIV RP ] λάβῃ WH