SBLGNT(i)
9 καὶ ὡς ἔπος εἰπεῖν, δι’ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται, 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ⸀Μελχισέδεκ. 11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ ⸀αὐτῆς ⸀νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
Hebrews 7:9-12
SBL Greek NT Apparatus
10 Μελχισέδεκ WH Treg NIV ] ὁ Μελχισέδεκ RP
11 αὐτῆς WH Treg NIV ] αὐτῇ RP • νενομοθέτηται WH Treg NIV ] νενομοθέτητο RP
10 Μελχισέδεκ WH Treg NIV ] ὁ Μελχισέδεκ RP
11 αὐτῆς WH Treg NIV ] αὐτῇ RP • νενομοθέτηται WH Treg NIV ] νενομοθέτητο RP