SBLGNT(i)
1 Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε ⸀δύναται τοὺς προσερχομένους τελειῶσαι· 2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ ⸀κεκαθαρισμένους; 3 ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν, 4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. 5 διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· 6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. 7 τότε εἶπον· Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου. 8 ἀνώτερον λέγων ὅτι ⸂Θυσίας καὶ προσφορὰς⸃ καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ ⸀νόμον προσφέρονται, 9 τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ ⸀ποιῆσαι τὸ θέλημά σου· ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ. 10 ἐν ᾧ θελήματι ἡγιασμένοι ⸀ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. 11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας. 12 ⸀οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ, 13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, 14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. 15 μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, μετὰ γὰρ τὸ ⸀εἰρηκέναι· 16 Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ ⸂τὴν διάνοιαν⸃ αὐτῶν ἐπιγράψω αὐτούς, 17 ⸀καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ ⸀μνησθήσομαι ἔτι· 18 ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
Hebrews 10:1-18
SBL Greek NT Apparatus
1 δύναται NIV ] δύνανται WH Treg RP
2 κεκαθαρισμένους WH Treg NIV ] κεκαθαρμένους RP
8 Θυσίας καὶ προσφορὰς WH Treg NIV ] Θυσίαν καὶ προσφορὰν RP • νόμον WH Treg NIV ] τόν νόμον RP
9 ποιῆσαι WH Treg NIV ] + ὁ θεός RP
10 ἐσμὲν WH Treg NIV ] + οἱ RP
12 οὗτος WH Treg NIV ] αὐτὸς RP
15 εἰρηκέναι WH Treg NIV ] προειρηκέναι RP
16 τὴν διάνοιαν WH Treg NIV ] τῶν διανοιῶν RP
17 καὶ WH Treg RP NA ] ὕστερον λέγει καὶ NIV • μνησθήσομαι WH Treg NIV ] μνησθῶ RP
1 δύναται NIV ] δύνανται WH Treg RP
2 κεκαθαρισμένους WH Treg NIV ] κεκαθαρμένους RP
8 Θυσίας καὶ προσφορὰς WH Treg NIV ] Θυσίαν καὶ προσφορὰν RP • νόμον WH Treg NIV ] τόν νόμον RP
9 ποιῆσαι WH Treg NIV ] + ὁ θεός RP
10 ἐσμὲν WH Treg NIV ] + οἱ RP
12 οὗτος WH Treg NIV ] αὐτὸς RP
15 εἰρηκέναι WH Treg NIV ] προειρηκέναι RP
16 τὴν διάνοιαν WH Treg NIV ] τῶν διανοιῶν RP
17 καὶ WH Treg RP NA ] ὕστερον λέγει καὶ NIV • μνησθήσομαι WH Treg NIV ] μνησθῶ RP