Isaiah 34:2-8

Brenton_Greek(i) 2 Διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. 3 Οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται, καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμὴ, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. 4 Καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.
5 Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. 6 Ἡ μάχαιρα τοῦ Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ αἵματος τράγων καὶ ἀρνῶν, καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν· ὅτι θυσία τῷ Κυρίῳ ἐν Βοσὸρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ. 7 Καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετʼ αὐτῶν, καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. 8 Ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών.