Jeremiah 25:15-29

Brenton_Greek(i) 15 Οὕτωσ εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς. 16 Καὶ πίονται, καὶ ἐξεμοῦνται, καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀναμέσον αὐτῶν.
17 Καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα τὰ ἔθνη, πρὸς ἃ ἀπέστειλέ με Κύριος πρὸς αὐτὰ, 18 τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, καὶ βασιλεῖς Ἰούδα καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν, καὶ εἰς ἄβατον, καὶ εἰς συριγμὸν, 19 καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου, καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ, 20 καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πάντας τοὺς συμμείκτους, καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων, καὶ τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἀκκάρων, καὶ τὸ ἐπίλοιπον Ἀζώτου, 21 καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ τοὺς υἱοὺς Ἀμμὼν, 22 καὶ βασιλεῖς Τύρου, καὶ βασιλεῖς Σιδῶνος, καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης 23 καὶ τὴν Δαιδὰν, καὶ τὴν Θαιμὰν, καὶ τὴν Ῥῶς, καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ, 24 καὶ πάντας τοὺς συμμείκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ, 25 καὶ πάντας βασιλεῖς Αἰλὰμ, καὶ πάντας βασιλεῖς Περσῶν, 26 καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόῤῥω καὶ τοὺς ἐγγὺς, ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς.
27 Καὶ ἐρεῖς αὐτοῖς, οὕτως εἶπε Κύριος παντοκράτωρ, πίετε, μεθύσθητε, καὶ ἐξεμέσετε, καὶ πεσεῖσθε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀναμέσον ὑμῶν. 28 Καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου, ὥστε πιεῖν, καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, πιόντες πίεσθε, 29 ὅτι ἐν πόλει ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπʼ αὐτὴν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς.