Brenton_Greek(i)
12 Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον, πᾶς ἀσκὸς πληρωθήσεται οἴνου· καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, μὴ γνόντες οὐ γνωσόμεθα, ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; 13 Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυὶδ ἐπὶ τοῦ θρόνου αὐτῶν καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας, καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, μεθύσματι. 14 Καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν, καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν.