Brenton_Greek(i)
7 Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. 8 Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται φωνὴ κιθάρας. 9 Ἠσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν. 10 Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. 11 Ὀλολύζεται περὶ τοῦ οἴνου πανταχῆ, πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, ἀπῆλθε πᾶσα εὐφροσύνη τῆς γῆς.