Brenton_Greek(i)
2 Καὶ εἶπεν Ἁβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ, θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου. 3 Καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθʼ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς. 4 Ἀλλʼ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν. 5 Εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς, μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετʼ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην, ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν; 6 Εἶπε δὲ πρὸς αὐτὸν Ἁβραάμ, πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. 7 Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι, καὶ ὃς ὤμοσέ μοι, λέγων, σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. 8 Ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ. 9 Καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἁβραὰμ τοῦ κυρίου αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου.