Amos 6:4-6

Brenton_Greek(i) 4 οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ, 5 οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστηκότα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα, 6 οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μῦρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.