1 Samuel 25:36-38

Brenton_Greek(i) 36 Καὶ παρεγενήθη Ἀβιγαία πρὸς Νάβαλ· καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ, ὡς πότος βασιλέως· καὶ ἡ καρδία Νάβαλ ἀγαθὴ ἐπʼ αὐτόν· καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωΐ. 37 Καὶ ἐγένετο πρωῒ, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Νάβαλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα· καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος.
38 Καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι, καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε.