2 Samuel 16:20-17:4

Brenton_Greek(i) 20 Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχιτόφελ, φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν. 21 Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ, ὅτι κατῄσχυνας, τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. 22 Καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατʼ ὀφθαλμοὺς παντὸς Ἰσραήλ. 23 Καὶ ἡ βουλὴ Ἀχιτόφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ· οὕτως πᾶσα ἡ βουλὴ τοῦ Ἀχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ Ἀβεσσαλώμ.
17 1 Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν, καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυὶδ τὴν νύκτα. 2 Καὶ ἐπελεύσομαι ἐπʼ αὐτὸν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσὶ, καὶ ἐκστήσω αὐτὸν, καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον· 3 Καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σὲ, ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἀνδρὸς ἑνὸς σὺ ζητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη. 4 Καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς Ἀβεσσαλὼμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ·