2 Samuel 16:21

Brenton_Greek(i) 21 Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ, ὅτι κατῄσχυνας, τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ.