2 Chronicles 20:14-20

Brenton_Greek(i) 14 Καὶ τῷ Ὀζιὴλ τῷ τοῦ Ζαχαρίου, τῶν υἱῶν Βαναίου, τῶν υἱῶν Ἐλεϊὴλ τοῦ Ματθανίου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ἀσὰφ, ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ. 15 Καὶ εἶπεν, ἀκούσατε πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ ὁ βασιλεὺς Ἰωσαφάτ· τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς, μὴ φοβεῖσθε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλʼ ἢ τῷ Θεῷ. 16 Αὔριον κατάβητε ἐπʼ αὐτούς· ἰδοὺ ἀναβαίνουσι κατὰ τὴν ἀνάβασιν Ἀσσεῖς, καὶ εὑρήσετε αὐτοὺς ἐπʼ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ἰεριήλ. 17 Οὐχ ὑμῖν ἐστι πολεμῆσαι· ταῦτα σύνετε, καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθʼ ὑμῶν Ἰούδα καὶ Ἱερουσαλήμ· μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθʼ ὑμῶν. 18 Καὶ κύψας Ἰωσαφὰτ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, ἔπεσαν ἔναντι Κυρίου προσκυνῆσαι Κυρίῳ. 19 Καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Καὰθ, καὶ ἀπὸ τῶν υἱῶν Κορὲ, αἰνεῖν Κυρίῳ Θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.
20 Καὶ ὤρθρισαν πρωῒ, καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωέ· καὶ ἐν τῷ ἐξελθεῖν αὐτοὺς, ἔστη Ἰωσαφὰτ καὶ ἐβόησε, καὶ εἶπεν, ἀκούσατέ μου Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· ἐμπιστεύσατε ἐν Κυρίῳ Θεῷ ἡμῶν, καὶ ἐμπιστευθήσεσθε· ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε.