Numbers 11:26

Brenton_Greek(i) 26 Καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἑλδὰδ, καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ· καὶ ἐπανεπαύσατο ἐπʼ αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων, καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ.