Luke 16:1-8

BGB(i) 1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς “Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. 2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ ‘Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.’ 3 Εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος ‘Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. 4 ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν.’ 5 Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ ‘Πόσον ὀφείλεις τῷ κυρίῳ μου;’ 6 Ὁ δὲ εἶπεν ‘Ἑκατὸν βάτους ἐλαίου.’ Ὁ δὲ εἶπεν αὐτῷ ‘Δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.’ 7 Ἔπειτα ἑτέρῳ εἶπεν ‘Σὺ δὲ πόσον ὀφείλεις;’ Ὁ δὲ εἶπεν ‘Ἑκατὸν κόρους σίτου.’ Λέγει αὐτῷ ‘Δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα.’ 8 Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.