John 18:4-8

BGB(i) 4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς “Τίνα ζητεῖτε;” 5 Ἀπεκρίθησαν αὐτῷ “Ἰησοῦν τὸν Ναζωραῖον.” Λέγει αὐτοῖς “Ἐγώ εἰμι.” Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. 6 ὡς οὖν εἶπεν αὐτοῖς “Ἐγώ εἰμι,” ἀπῆλθον* εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. 7 Πάλιν οὖν ἐπηρώτησεν αὐτούς “Τίνα ζητεῖτε;” Οἱ δὲ εἶπαν “Ἰησοῦν τὸν Ναζωραῖον.” 8 Ἀπεκρίθη Ἰησοῦς “Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·”