Exodus 40 Cross References - Brenton_Greek

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου. 3 Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι. 4 Καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς· καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. 5 Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ· καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 6 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ περιθήσεις τὴν σκηνὴν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. 7 8 9 Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν, καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. 10 Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων, καὶ πάντα τὰ σκεύη αὐτοῦ· καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. 11 12 Καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ὕδατι. 13 Καὶ ἐνδύσεις Ἀαρὼν τὰς στολὰς τὰς ἁγίας, καὶ χρίσεις αὐτὸν, καὶ ἁγιάσεις αὐτόν, καὶ ἱερατεύσει μοι. 14 Καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας. 15 καὶ ἀλείψεις αὐτούς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσί μοι· καὶ ἔσται, ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατείας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν. 16 Καὶ ἐποίησε Μωυσῆς πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε.
17 Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή. 18 Καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας, καὶ διενέβαλε τοὺς μοχλοὺς, καὶ ἔστησε τοὺς στύλους. 19 Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπʼ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 20 Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν· καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν, 21 καί εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 22 Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τὸ πρὸς βοῤῥᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. 23 Καὶ προέθηκεν ἐπʼ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 24 Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς Νότον. 25 Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 26 Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, 27 καὶ ἐθυμίασεν ἐπʼ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. 28 29 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς. 30 38:27(40:30) καὶ ἐποίησε τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωυσῆς καὶ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας, εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.
31 32 33 Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς, καὶ τοῦ θυσιαστηρίου· καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα.
34 Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. 35 Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπʼ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. 36 Ἡνίκα δʼ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. 37 Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη. 38 Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπʼ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.

Exodus 12:1-2

1 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων, 2 ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν· πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ.

Exodus 13:4

4 Ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων.

Exodus 26:1

1 Καὶ τὴν σκηνὴν ποιήσεις, δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου χερουβίμ· ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς.

Exodus 26:7

7 Καὶ ποιήσεις δέῤῥεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς, ἕνδεκα δέῤῥεις ποιήσεις αὐτάς.

Exodus 26:30

30 Καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει.

Exodus 27:21

21 ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀφʼ ἑσπέρας ἕως πρωῒ, ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ἰσραήλ.

Exodus 30:36

36 Καὶ συγκόψεις ἐκ τούτων λεπτὸν, καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν θυμίαμα.

Exodus 35:11

11 10(11) Τὴν σκηνὴν, καὶ τὰ παραρύματα, καὶ τὰ κατακαλύμματα, καὶ τά διατόνια, καὶ τοὺς μοχλοὺς, καὶ τοὺς στύλους,

Exodus 36:18

Exodus 40:6

6 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ περιθήσεις τὴν σκηνὴν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ.

Exodus 40:17-19

17 Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή. 18 Καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας, καὶ διενέβαλε τοὺς μοχλοὺς, καὶ ἔστησε τοὺς στύλους. 19 Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπʼ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

Numbers 1:1

1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾷ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων,

Numbers 7:1

1 Καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσε Μωυσῆς, ὥστε ἀναστῆσαι τὴν σκηνὴν, καὶ ἔχρισεν αὐτὴν, καὶ ἡγίασεν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον, καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν αὐτὰ, καὶ ἡγίασεν αὐτά.

Exodus 25:10

10 Καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος.

Exodus 25:22

22 Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβὶμ, τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

Exodus 26:31

31 Καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καί βύσσου νενησμένης· ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ χερουβίμ.

Exodus 26:33-34

33 Καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων· καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου· καὶ διοριεῖ τό καταπέτασμα ὑμῖν ἀναμέσον τοῦ ἁγίου καὶ ἀναμέσον τοῦ ἁγίου τῶν ἁγίων. 34 Καὶ κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν τοῦ μαρτυρίου ἐν τῷ ἁγίῳ τῶν ἁγίων.

Exodus 35:12

12 11(12) καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ τοὺς ἀναφορεῖς αὐτῆς, καὶ τὸ ἱλαστήριον αὐτῆς, καὶ τὸ καταπέτασμα,

Exodus 36:35-36

35 37:3(36:35) Καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ· 36 37:4(36:36) καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ.

Exodus 37:1-9

1 38:1(37:1) Καὶ ἐποίησε Βεσελεὴλ τὴν κιβωτὸν, 2 38:2(37:2) καὶ κατεχρύσωσεν αὐτὴν χρυσίῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν· 3 38:3(37:3) καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς· δύο ἐπὶ τὸ κλίτος τὸ ἓν, καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον, 4 5 38:4(37:5) εὐρεῖς τοῖς διωστῆρσιν, ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς. 6 38:5(37:6) καὶ ἐποίησε τὸ ἱλαστήριον ἐπάνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ, 7 38:6(37:7) καὶ τοὺς δύο Χερουβὶμ χρυσοῦς· 8 38:(37:8) χεροὺβ ἕνα ἐπί τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ ἓν, καὶ Χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ δεύτερον, 9 38:(37:9) σκιάζοντα ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον.

Exodus 40:20-21

20 Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν· καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν, 21 καί εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

Leviticus 16:14

14 Καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς· κατὰ πρόσωπον τοῦ ἱλαστηρίου ῥανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ.

Numbers 4:5

5 Καὶ εἰσελεύσεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολὴ, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου,

Exodus 25:23-39

23 Καὶ ποιήσεις τράπεζαν χρυσῆν χρυσίου καθαροῦ, δύο πήχεων τὸ μῆκος, καὶ πήχεως τὸ εὖρος, καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος. 24 Καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ· καὶ ποιήσεις αὐτῇ στεφάνην παλαιστοῦ κύκλῳ.
25 Καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεφάνῃ κύκλῳ. 26 Καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσοῦς, καὶ ἐπιθήσεις τοὺς τέσσαρας δακτυλίους ἐπὶ τὰ τέσσερα μέρη τῶν ποδῶν αὐτῆς ὑπὸ τὴν στεφάνην. 27 Καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν, ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν. 28 Καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτούς χρυσίῳ καθαρῷ, καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα. 29 Καὶ ποιήσεις τὰ τρυβλία αὐτῆς, καὶ τὰς θυΐσκας, καὶ τὰ σπονδεῖα, καὶ τοὺς κιάθους, ἐν οἷς σπείσεις ἐν αὐτοῖς, ἐκ χρυσίου καθαροῦ ποιήσεις αὐτά. 30 Καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διαπαντός.
31 Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς, καὶ οἱ καλαμίσκοι, καὶ οἱ κρατῆρες, καὶ οἱ σφαιρωτῆρες, καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται. 32 Ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων, τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ ἑνὸς αὐτῆς, καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου. 33 Καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτὴρ καὶ κρίνον· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας. 34 Καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτῆρες, καὶ τὰ κρίνα αὐτῆς. 35 Ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς· καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας· καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· 36 Οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαροῦ. 37 Καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου. 38 Καὶ τὸν ἐπαρυστῆρα αὐτῆς, καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ ποιήσεις. 39 Πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ.

Exodus 26:35-36

35 Καὶ ἐπιθήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος, καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς Νότον· καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βοῤῥᾶν. 36 Καὶ ποιήσεις ἐπίσπαστρον τῇ θύρᾳ τῆς σκηνῆς ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης, ἔργον ποικιλτοῦ.

Exodus 37:10-24

10 38:9(37:10) Καὶ ἐποίησε τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαροῦ, 11 12 13 38:10(37:13) καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους, δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς, καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου, εὐρεῖς, ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς. 14 15 38:11(37:15) Καὶ τοὺς διωστῆρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησε, καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ. 16 38:12(37:16) Καὶ ἐποίησε τὰ σκεύη τῆς τραπέζης, τά τε τρυβλία, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, καὶ τὰ σπονδεῖα, ἐν οἷς σπείσει ἐν αὐτοῖς, χρυσᾶ. 17 38:13(37:17) Καὶ ἐποίησε τὴν λυχνίαν ἣ φωτίζει, χρυσῆν, 18 38:14(37:18) στερεὰν τὸν καυλὸν, καὶ τοὺς καλαμίσκους ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῆς· 19 38:15(37:19) ἐκ τῶν καλαμίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες· τρεῖς ἐκ τούτου, καὶ τρεῖς ἐκ τούτου, ἐξισούμενοι ἀλλήλοις. 20 21 38:16(37:21) Καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἐνθέμια ἐξ αὐτῶν, ἵνα ὦσιν οἱ λύχνοι ἐπ᾿ αὐτῶν· καὶ τὸ ἐνθέμιον τὸ ἕβδομον, τὸ ἐπ᾿ ἄκρου τοῦ λαμπαδίου, ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν. 22 23 38:17(37:23) Καὶ ἑπτὰ λύχνους ἐπ᾿ αὐτῆς χρυσοῦς, καὶ τὰς λαβίδας αὐτῆς χρυσᾶς, καὶ τὰς ἐπαρυστρίδας αὐτῶν χρυσᾶς. 24

Exodus 40:22-25

22 Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τὸ πρὸς βοῤῥᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. 23 Καὶ προέθηκεν ἐπʼ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 24 Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς Νότον. 25 Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

Leviticus 24:5-6

5 Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους· δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς. 6 Καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου.

Leviticus 24:8

8 Τῇ ἡμέρᾳ τῶν σαββάτων προσθήσεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον.

Exodus 26:36-37

36 Καὶ ποιήσεις ἐπίσπαστρον τῇ θύρᾳ τῆς σκηνῆς ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης, ἔργον ποικιλτοῦ. 37 Καὶ ποιήσεις τῷ καταπετάσματι πέντε στύλους, καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ· καὶ χωνεύσεις αὐτοῖς πέντε βάσεις χαλκᾶς.

Exodus 30:1-5

1 Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων. 2 Καὶ ποιήσεις αὐτὸ πήχεως τὸ μῆκος, καὶ πήχεως τὸ εὖρος· τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ. 3 Καὶ καταχρυσώσεις χρυσίῳ καθαρῷ τὴν ἐσχάραν αὐτοῦ, καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ, καὶ τὰ κέρατα αὐτοῦ· καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ. 4 Καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς. 5 Καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ.

Exodus 35:25-28

25 Καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶ νήθειν, ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ τὴν βύσσον· 26 Καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξε τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας. 27 Καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου, καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον, 28 καὶ τὰς συνθέσεις, καὶ εἰς τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος.

Exodus 37:25-28

Exodus 40:26-28

26 Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, 27 καὶ ἐθυμίασεν ἐπʼ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. 28

Exodus 27:1-8

1 Καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ μῆκος, καὶ πέντε πήχεων τὸ εὖρος· τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ. 2 Καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα, καὶ καλύψεις αὐτὰ χαλκῷ. 3 Καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ· καὶ τὸν καλυπτῆρα αὐτοῦ, καὶ τὰς φιάλας αὐτοῦ, καὶ τὰς κρεάγρας αὐτοῦ, καὶ τὸ πυρεῖον αὐτοῦ, καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ. 4 Καὶ ποιήσεις αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρας δακτυλίους χαλκοῦς ὑπὸ τὰ τέσσαρα κλίτη. 5 Καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν· ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου. 6 Καὶ ποιήσεις τῷ θυσιαστηρίῳ ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων, καὶ περιχαλκώσεις αὐτούς χαλκῷ. 7 Καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους· καὶ ἔστωσαν ἀναφορεῖς κατὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό. 8 Κοῖλον σανιδωτὸν ποιήσεις αὐτό· κατὰ τὸ παραδεχθέν σοι ἐν τῷ ὄρει, οὕτω ποιήσεις αὐτό.

Exodus 38:1-7

1 38:22(38:1) Οὗτος ἐποίησε τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἃ ἦσαν τοῖς ἀνδράσι τοῖς καταστασιάσασι μετὰ τῆς Κορὲ συναγωγῆς· 2 3 38:23(38:3) Οὗτος ἐποίησε πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου, καὶ τὸ πυρεῖον αὐτοῦ, καὶ τὴν βάσιν, καὶ τὰς φιάλας, καὶ τὰς κρεάγρας τὰς χαλκᾶς· 4 38:24(38:4) Οὗτος ἐποίησε θυσιαστηρίῳ παράθεμα, ἔργον δικτυωτὸν κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ· καὶ ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς, εὐρεῖς τοῖς μοχλοῖς, ὥστε αἴρεν ἐν αὐτοῖς τὸ θυσιαστήριον· 5 6 7

Exodus 40:29

29 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς.

Exodus 30:18-21

18 ποίησον λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου· καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ. 19 Καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας, καὶ τοὺς πόδας ὕδατι. 20 Ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν, ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ. 21 Νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι, ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετʼ αὐτόν.

Exodus 38:8

8 38:26(38:8) Οὗτος ἐποίησε τὸν λουτῆρα τὸν χαλκοῦν, καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν.

Exodus 40:30-32

30 38:27(40:30) καὶ ἐποίησε τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωυσῆς καὶ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας, εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.
31 32

Psalms 26:6

6 Νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε·

Zechariah 13:1

1 Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος τῷ οἴκῳ Δαυὶδ, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εἰς τὴν μετακίνησιν, καὶ εἰς τὸν χωρισμόν.

Exodus 27:9-19

9 Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τό πρὸς Λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης· μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει. 10 Καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ. 11 Οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. 12 Τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. 13 Καὶ εὖρος τῆς αὐλῆς τῆς πρὸς Νότον, ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. 14 Καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 15 Καὶ τὸ κλίτος τὸ δεύτερον δεκαπέντε πήχεων τῶν ἱστίων τὸ ὕψος· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 16 Καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα· εἴκοσι πήχεων τὸ ὕψος ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ· στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες. 17 Πάντες οἱ στῦλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραῖ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. 18 Τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφʼ ἑκατόν· καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα· καὶ ὕψος πέντε πήχεων ἐκ βύσσου κεκλωσμένης, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. 19 Καὶ πᾶσα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ.

Exodus 38:9-20

9 37:7(38:9) Καὶ ἐποίησαν τὴν αὐλήν τὰ πρὸς λίβα, ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφʼ ἑκατόν· 10 37:8(38:10) καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι. 11 37:9(38:11) Καὶ τὸ κλίτος τὸ πρὸς βοῤῥᾶν, ἑκατὸν ἐφʼ ἑκατὸν· καὶ τὸ κλίτος τὸ πρὸς Νότον, ἑκατὸν ἐφʼ ἑκατόν· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· 12 37:10(38:12) Καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα· 13 37:11(38:13) Καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων ἱστία, 14 37:12(38:14) πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου· καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς· 15 37:13(38:15) Καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς, αὐλαῖαι πεντεκαίδεκα πήχεων· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς· 16 37:14(38:16) πᾶσαι αἱ αὐλαῖαι τῆς σκηνῆς ἐκ βύσσου κεκλωσμένης. 17 37:15(38:17) Καὶ αἱ βάσεις τῶν στύλων αὐτῶν χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ, καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ πάντες οἱ στῦλοι τῆς αὐλῆς· 18 37:16(38:18) καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης· εἴκοσι πήχεων τὸ μῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς· 19 37:17(38:19) Καὶ οἱ στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. 20 38:21(38:20a) Οὗτος ἐποίησε τοὺς πασσάλους τῆς σκηνῆς, καὶ τοὺς πασσάλους τῆς αὐλῆς χαλκοῦς· 37:18(38:20b) Καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ, καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ.

Exodus 40:33

33 Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς, καὶ τοῦ θυσιαστηρίου· καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα.

Exodus 30:23-33

23 καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους, καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα, καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα, 24 καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου, καὶ ἔλαιον ἐξ ἐλαιῶν εἲν. 25 Καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρῖσμα ἅγιον ἔσται. 26 Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου, 27 καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος, 28 καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα. 29 Καὶ ἁγιάσεις αὐτά· καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν, ἁγιασθήσεται. 30 Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. 31 Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, λέγων, ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν. 32 Ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται· καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστι, καὶ ἁγίασμα ἔσται ὑμῖν. 33 Ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπʼ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.

Exodus 37:29

29 38:25(37:29) Οὗτος ἐποίησε τὸ ἔλαιον τῆς χρίσεως τὸ ἅγιον, καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος καθαρὸν ἔργον μυρεψοῦ·

Exodus 39:39

Leviticus 8:10

10 Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως,

Psalms 45:7

7 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Isaiah 11:2

2 καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας

Isaiah 61:1

1 Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν,

Exodus 29:36-37

36 Καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ· καὶ καθαριεῖς τὸ θυσιαστήριον ἐν τῷ ἁγιάζειν σε ἐπʼ αὐτῷ· καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό. 37 Ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον, καὶ ἁγιάσεις αὐτό· καὶ ἔσται τὸ θυσιαστήριον, ἅγιον τοῦ ἁγίου· πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου, ἁγιασθήσεται.

Leviticus 8:11

11 καὶ ἔῤῥανεν ἀπʼ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις· καὶ ἔχρισε τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισε τὴν σκηνὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἡγίασεν αὐτήν.

Exodus 29:1-35

1 Καὶ ταῦτά ἐστιν, ἃ ποιήσεις αὐτοῖς· ἁγιάσαι αὐτούς, ὥστε ἱερατεύειν μοι αὐτούς· λήψῃ μοσχάριον ἐκ βοῶν ἓν, καὶ κριοὺς ἀμώμους δύο, 2 καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ· σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά. 3 Καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἓν· καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ· καὶ τὸ μοσχάριον, καὶ τοὺς δύο κριούς. 4 Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ἐν ὕδατι. 5 Καὶ λαβὼν τὰς στολάς, ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη, καὶ τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον· καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα. 6 Καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴ μίτραν. 7 Καὶ λήψῃ τοῦ ἐλαίου τοῦ χρίσματος· καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν. 8 Καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας. 9 Καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις· καὶ ἔσται αὐτοῖς ἱερατεία μοι εἰς τὸν αἰῶνα· καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ, καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ. 10 Καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου, ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 11 Καὶ σφάξεις τὸν μόσχον ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 12 Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ θήσεις ἐπὶ τῶν κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου· τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου. 13 Καὶ λήψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον. 14 Τὰ δὲ κρέατα τοῦ μόσχου, καὶ τὸ δέρμα, καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστι.
15 Καὶ τὸν κριὸν λήψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ. 16 Καὶ σφάξεις αὐτὸν, καὶ λαβὼν τὸ αἷμα προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. 17 Καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη· καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τούς πόδας ὕδατι, καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ. 18 Καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύτωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυσίασμα Κυρίῳ ἐστί. 19 Καὶ λήψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθήσει Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ. 20 Καὶ σφάξεις αὐτόν, καὶ λήψῃ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν. 21 Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ῥανεῖς ἐπὶ Ἀαρὼν καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ, καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ· καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ· τὸ δὲ αἷμα τοῦ κριοῦ προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. 22 Καὶ λήψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ, καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν· ἔστι γὰρ τελείωσις αὕτη. 23 Καὶ ἄρτον ἕνα ἐξ ἐλαίου, καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι Κυρίου. 24 καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ· καὶ ἀφοριεῖς αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου. 25 Καὶ λήψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι Κυρίου· κάρπωμά ἐστι Κυρίῳ. 26 Καὶ λήψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ὅ ἐστιν Ἀαρών· καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι Κυρίου· καὶ ἔσται σοι ἐν μερίδι. 27 Καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα, καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος, ὃς ἀφώρισται, καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ἀαρὼν, καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ. 28 Καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραὴλ· ἔστι γὰρ ἀφαίρεμα τοῦτο· καὶ ἀφαίρεμα ἔσται παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ἰσραήλ, ἀφαίρεμα Κυρίῳ.
29 Καὶ ἡ στολὴ τοῦ ἁγίου, ἥ ἐστιν Ἀαρὼν, ἔσται τοῖς υἱοῖς αὐτοῦ μετʼ αὐτὸν, χρισθῆναι αὐτοὺς ἐν αὐτοῖς, καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν. 30 Ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντʼ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ, ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λειτουργεῖν ἐν τοῖς ἁγίοις. 31 Καὶ τὸν κριὸν τῆς τελειώσεως λήψῃ· καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ. 32 Καὶ ἔδονται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ, καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· 33 Ἔδονται αὐτά ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας αὐτῶν, ἁγιάσαι αὐτούς· καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτῶν· ἔστι γὰρ ἅγια. 34 Ἐὰν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωῒ, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ βρωθήσεται· ἁγίασμα γάρ ἐστι.
35 Καὶ ποιήσεις Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτω κατὰ πάντα ὅσα ἐνετειλάμην σοι· ἑπτὰ ἡμέρας τελειώσεις τὰς χεῖρας αὐτῶν.

Leviticus 8:1-13

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 λάβε Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ τοὺς δύο κριοὺς, καὶ τὸ κανοῦν τῶν ἀζύμων, 3 καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 4 Καὶ ἐποίησε Μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ Κύριος· καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 5 Καὶ εἶπε Μωυσῆς τῇ συναγωγῇ, τοῦτό ἐστι τὸ ῥῆμα, ὃ ἐνετείλατο Κύριος ποιῆσαι. 6 Καὶ προσήνεγκε Μωυσῆς τὸν Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἔλουσεν αὐτοὺς ὕδατι. 7 Καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα, καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην, καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην, καὶ ἐπέθηκεν ἐπʼ αὐτὸν τὴν ἐπωμίδα Καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος, καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ· 8  καὶ ἐπέθηκεν ἐπʼ αὐτὴν τὸ λογεῖον, καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. 9 Καὶ ἐπέθηκε τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
10 Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, 11 καὶ ἔῤῥανεν ἀπʼ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις· καὶ ἔχρισε τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισε τὴν σκηνὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἡγίασεν αὐτήν. 12 Καὶ ἐπέχεε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ ἔχρισεν αὐτὸν, καὶ ἡγίασεν αὐτόν. 13 Καὶ προσήγαγε Μωυσῆς τοὺς υἱους Ἀαρὼν, καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας, καί ἔζωσεν αὐτοὺς ζώνας, καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.

Leviticus 9:1-24

1 Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐκάλεσε Μωυσῆς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὴν γερουσίαν Ἰσραὴλ, 2 καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, λάβε σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι Κυρίου. 3 Καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον, λέγων, λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον, καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα, 4 καὶ μόσχον, καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Κυρίου, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν. 5 Καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωυσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσῆλθε πᾶσα συναγωγὴ, καὶ ἔστησαν ἔναντι Κυρίου. 6 Καὶ εἶπε Μωυσῆς, τοῦτο τὸ ῥῆμα, ὃ εἶπε Κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν ἡ δόξα Κυρίου. 7 Καὶ εἶπε Μωυσῆς τῷ Ἀαρὼν, πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ, καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ. 8 Καὶ προσῆλθεν Ἀαρὼν πρὸς τὸ θυσιαστήριον, καὶ ἔσφαξε τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας αὐτοῦ. 9 Καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν· καὶ ἔβαψε τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου. 10 Καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ. 11 Καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρί, ἔξω τῆς παρεμβολῆς. 12 Καὶ ἔσφαξε τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν· καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. 13 Καὶ τὸ ὁλοκαύτωμα πρσήνεγκαν αὐτὸ κατὰ μέλη· αὐτὰ καὶ τὴν κεφαλὴν ἐπέθηκεν ἐπί τὸ θυσιαστήριον. 14 Καὶ ἔπλυνε τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι· καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον.
15 Καὶ προσήνεγκε τὸ δῶρον τοῦ λαοῦ, καὶ ἔλαβε τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἔσφαξεν αὐτὸν, καὶ ἐκαθάρισεν αὐτόν, καθὰ καὶ τὸν πρῶτον. 16 Καὶ προσήνεγκε τὸ ὁλοκαύτωμα, καὶ ἐποίησεν αὐτὸ, ὡς καθήκει. 17 Καὶ προσήνεγκε τὴν θυσίαν, καὶ ἔπλησε τὰς χεῖρας ἀπʼ αὐτῆς, καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωϊνοῦ. 18 Καὶ ἔσφαξε τὸν μόσχον, καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτὸν, καὶ προσέχεε πρὸς τὸ θυσιαστήριον κύκλῳ, 19 καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου, καὶ τοῦ κριοῦ τὴν ὀσφὺν, καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας, καὶ τοὺς δύο νεφρούς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος. 20 Καὶ ἐπέθηκε τὰ στέατα ἐπὶ τὰ στηθύνια καὶ ἀνήνεγκε τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον. 21 Καὶ τὸ στηθύνιον, καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν Ἀαρὼν ἀφαίρεμα ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 22 Καὶ ἐξάρας Ἀαρὼν τὰς χεῖρας ἐπὶ τὸν λαὸν, εὐλόγησεν αὐτούς· καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας, καὶ τὰ ὁλοκαυτώματα, καὶ τὰ τοῦ σωτηρίου. 23 Καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαὸν· καὶ ὤφθη ἡ δόξα Κυρίου παντὶ τῷ λαῷ. 24 Καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα, καὶ τὰ στέατα· καὶ εἶδε πᾶς ὁ λαὸς, καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον.

Isaiah 11:1-5

1 Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, 2 καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας 3 ἐμπλήσει αὐτὸν, πνεῦμα φόβου Θεοῦ· οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, 4 ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. 5 Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς.

Isaiah 61:1-3

1 Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, 2 καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, 3 δοθῆναι τοῖς πενθοῦσι Σιὼν αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, κατὰ στολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν.

Exodus 28:41

41 37 Καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ· καὶ χρίσεις αὐτοὺς, καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας· καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσί μοι.

Isaiah 44:3-5

3 Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, 4 καὶ ἀνατελοῦσιν ὡς ἀναμέσον ὕδατος χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. 5 Οὕτος ἐρεῖ, τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ· καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ, τοῦ Θεοῦ εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται.

Isaiah 61:10

10 καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον.
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.

Exodus 12:14

14 Καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν.

Exodus 29:9

9 Καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις· καὶ ἔσται αὐτοῖς ἱερατεία μοι εἰς τὸν αἰῶνα· καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ, καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ.

Exodus 30:31

31 Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, λέγων, ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.

Exodus 30:33

33 Ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπʼ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.

Numbers 25:13

13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθʼ ὧν ἐζήλωσε τῷ Θεῷ αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ.

Psalms 110:4

4 Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Exodus 23:21-22

21 Πρόσεχε σεαυτῷ, καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπʼ αὐτῷ. 22 Ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ ποιήσῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ· ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον· ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου, καὶ ποιήσητε πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι.

Exodus 39:42-43

42 39:22(39:42) Ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάσαν τὴν ἀποσκευήν· 43 39:23(39:43) Καὶ εἶδε Μωυσῆς πάντα τὰ ἔργα, καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν αὐτὰ, καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς.

Exodus 40:17-32

17 Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή. 18 Καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας, καὶ διενέβαλε τοὺς μοχλοὺς, καὶ ἔστησε τοὺς στύλους. 19 Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπʼ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 20 Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν· καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν, 21 καί εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 22 Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τὸ πρὸς βοῤῥᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. 23 Καὶ προέθηκεν ἐπʼ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 24 Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς Νότον. 25 Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 26 Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, 27 καὶ ἐθυμίασεν ἐπʼ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. 28 29 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς.

Deuteronomy 4:1

1 Καὶ νῦν Ἰσραὴλ ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε, καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.

Deuteronomy 12:32

32 Πᾶν ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπʼ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπʼ αὐτοῦ.

Isaiah 8:20

20 Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ.

Exodus 40:1-2

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου.

Numbers 9:1

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ ἐν τῷ ἔτει τῷ δευτέρῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων,

Exodus 26:15-30

15 Καὶ ποιήσεις στύλους τῆς σκηνῆς ἐκ ξύλων ἀσήπτων. 16 Δέκα πήχεων ποιήσεις τὸν στύλον τὸν ἕνα, καὶ πήχεως ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός. 17 Δύο ἀγκωνίσκους τῷ στύλῳ, τῷ ἑνί, ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ· οὕτω ποιήσεις πᾶσι τοῖς στύλοις τῆς σκηνῆς. 18 Καὶ ποιήσεις στύλους τῇ σκηνῇ, εἴκοσι στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς βοῤῥᾶν. 19 Καὶ τεσσαράκοντα βάσεις ἀργυρᾶς ποιήσεις τοῖς εἴκοσι στύλοις. Δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ· καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ· 20 Καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς Νότον, εἴκοσι στύλους, 21 καὶ τεσσαράκοντα βάσεις αὐτῶν ἀργυρᾶς· δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ. 22 Καὶ ἐκ τῶν ὀπίσω τῆς σκηνῆς κατὰ τὸ μέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους. 23 Καὶ δύο στύλους ποιήσεις ἐπὶ τῶν γωνιῶν τῆς σκηνῆς ἐκ τῶν ὀπισθίων. 24 Καὶ ἔσται ἐξ ἴσου κάτωθεν· κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τῶν κεφαλῶν εἰς σύμβλησιν μίαν· οὕτω ποιήσεις ἀμφοτέραις ταῖς δυσὶ γωνίαις· ἴσαι ἔστωσαν. 25 Καὶ ἔσονται ὀκτὼ στύλοι, καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ δεκαέξ· δύο βάσεις τῷ ἑνὶ στύλῳ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνί. 26 Καὶ ποιήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων· πέντε τῷ ἑνὶ στύλῳ ἐκ τοῦ ἑνὸς μέρους τῆς σκηνῆς, 27 καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ἑνὶ κλίτει τῆς σκηνῆς τῷ δευτέρῳ, καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ὀπισθίῳ τῷ κλίτει τῆς σκηνῆς τῷ πρὸς θάλασσαν. 28 Καὶ ὁ μοχλὸς ὁ μέσος ἀναμέσον τῶν στύλων διϊκνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος. 29 Καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίῳ· καὶ τοὺς δακτυλίους ποιήσεις χρυσοῦς, εἰς οὓς εἰσάξεις τοὺς μοχλούς· καὶ καταχρυσώσεις τοὺς μοχλοὺς χρυσίῳ. 30 Καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει.

Exodus 36:20-34

20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 38:18(36:34a) Οὗτος περιηργύρωσε τοὺς στύλους, καὶ ἐχώνευσε τῷ στύλῳ δακτυλίους χρυσοῦς, καὶ ἐχρύσωσε τοὺς μοχλοὺς χρυσίῳ· καὶ κατεχρύσωσε τοὺς στύλους τοῦ καταπετάσματος χρυσίῳ· καὶ ἐποίησε τὰς ἀγκύλας χρυσᾶς. 38:19(36:34b) Οὗτος ἐποίησε καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς, καὶ τοὺς κρίκους τῆς αὐλῆς, καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκοῦς· 38:20(36:34c) Οὗτος ἐχώνευσε τὰς κεφαλίδας τὰς ἀργυρᾶς τῆς σκηνῆς, καὶ τὰς κεφαλίδας τὰς χαλκᾶς τῆς θύρας τῆς σκηνῆς, καὶ τὴν πύλην τῆς αὐλῆς· καὶ ἀγκύλας ἐποίησε τοῖς στύλοις ἀργυρᾶς, ἐπὶ τῶν στύλων οὗτος περιηργύρωσεν αὐτάς·

Exodus 40:2

2 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου.

Leviticus 26:11

11 Καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς,

Isaiah 33:24

24 καὶ οὐ μὴ εἴπωσι, κοπιῶ, ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.

Ezekiel 37:27-28

27 καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοί μου ἔσονται λαός. 28 Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.

Exodus 26:1-14

1 Καὶ τὴν σκηνὴν ποιήσεις, δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου χερουβίμ· ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς. 2 Μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων, καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις. 3 Πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας· καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμενοι ἑτέρα τῇ ἑτέρᾳ. 4 Καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς μιᾶς, ἐκ τοῦ ἑνὸς μέρους εἰς τὴν συμβολὴν· καὶ οὕτω ποιήσεις ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συμβολῇ τῇ δευτέρᾳ. 5 Πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ, καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας, ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην. 6 Καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς· καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρᾳ τοῖς κρίκοις· καὶ ἔσται ἡ σκηνὴ μία. 7 Καὶ ποιήσεις δέῤῥεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς, ἕνδεκα δέῤῥεις ποιήσεις αὐτάς. 8 Τὸ μῆκος τῆς δέῤῥεως τῆς μιᾶς, τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέῤῥεως τῆς μιᾶς· τὸ αὐτὸ μέτρον ἔσται ταῖς ἕνδεκα δέῤῥεσι. 9 Καὶ συνάψεις τὰς πέντε δέῤῥεις ἐπὶ τὸ αὐτό, καὶ τὰς ἓξ δέῤῥεις ἐπὶ τὸ αὐτό· καὶ ἐπιδιπλώσεις τὴν δέῤῥιν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς. 10 Καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως τῆς μιᾶς, τῆς ἀναμέσον κατὰ συμβολήν· καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως, τῆς συναπτούσης τῆς δευτέρας.
11 Καὶ ποιήσεις κρίκους χαλκοῦς πεντήκοντα· καὶ συνάψεις τοὺς κρίκους ἐκ τῶν ἀγκυλῶν, καὶ συνάψεις τὰς δέῤῥεις, καὶ ἔσται ἕν. 12 Καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ταῖς δέῤῥεσι τῆς σκηνῆς· τὸ ἥμισυ τῆς δέῤῥεως τὸ ὑπολελειμμένον ὑποκαλύψεις εἰς τὸ πλεονάζον τῶν δέῤῥεων τῆς σκηνῆς, ὑποκαλύψεις ὀπίσω τῆς σκηνῆς. 13 Πῆχυν ἐκ τούτου, καὶ πῆχυν ἐκ τούτου, ἐκ τοῦ ὑπερέχοντος τῶν δέῤῥεων, ἐκ τοῦ μήκους τῶν δέῤῥεων τῆς σκηνῆς· ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα καλύπτῃ. 14 Καὶ ποιήσεις κατακάλυμμα τῇ σκηνῇ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ ἐπικαλύμματα δέρματα ὑακίνθινα ἐπάνωθεν.

Exodus 36:8-19

8 37:1(36:8) Καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας· 9 37:2(36:9) ὀκτὼ καὶ εἴκοσι πήχεων μῆκος τῆς αὐλαίας τῆς μιᾶς· τὸ αὐτὸ ἦν πάσαις· καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς. 10 11 12 13 14 15 16 17 18 19

Exodus 16:34

34 ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἀπέθηκεν Ἀαρὼν ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.

Exodus 25:16-21

16 Καὶ ἐμβαλεῖς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια, ἃ ἂν δῷ σοι. 17 Καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαροῦ, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καί πήχεως καὶ ἡμίσους τὸ πλάτος. 18 Καὶ ποιήσεις δύο Χερουβὶμ χρυσοτορευτὰ, καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου. 19 Ποιηθήσονται Χεροὺβ εἷς ἐκ τοῦ κλίτους τούτου, καὶ Χεροὺβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο Χερουβὶμ ἐπὶ τὰ δύο κλίτη. 20 Ἔσονται οἱ Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ἐν ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα, εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν Χερουβίμ. 21 Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἃ ἂν δῷ σοι.

Exodus 31:18

18 Καὶ ἔδωκε Μωυσῇ ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινά, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ Θεοῦ.

Exodus 40:3

3 Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι.

Deuteronomy 10:5

5 Καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτὸν ἣν ἐποίησα· καὶ ἦσαν ἐκεῖ, καθὰ ἐνετείλατό μοι Κύριος.

1 Kings 8:9

9 Οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης ἃς ἔθηκε Μωυσῆς ἐν Χωρὴβ, ἃς διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

Psalms 40:8

8 τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεός μου ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.

Exodus 26:33

33 Καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων· καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου· καὶ διοριεῖ τό καταπέτασμα ὑμῖν ἀναμέσον τοῦ ἁγίου καὶ ἀναμέσον τοῦ ἁγίου τῶν ἁγίων.

Exodus 26:35

35 Καὶ ἐπιθήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος, καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς Νότον· καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βοῤῥᾶν.

Exodus 40:24

24 Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς Νότον.

Exodus 25:30

30 Καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διαπαντός.

Exodus 40:4

4 Καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς· καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς.

Exodus 25:31-35

31 Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς, καὶ οἱ καλαμίσκοι, καὶ οἱ κρατῆρες, καὶ οἱ σφαιρωτῆρες, καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται. 32 Ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων, τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ ἑνὸς αὐτῆς, καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου. 33 Καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτὴρ καὶ κρίνον· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας. 34 Καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτῆρες, καὶ τὰ κρίνα αὐτῆς. 35 Ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς· καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας· καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους·

Psalms 119:105

105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.

Exodus 25:37

37 Καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου.

Exodus 30:1-10

1 Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων. 2 Καὶ ποιήσεις αὐτὸ πήχεως τὸ μῆκος, καὶ πήχεως τὸ εὖρος· τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ. 3 Καὶ καταχρυσώσεις χρυσίῳ καθαρῷ τὴν ἐσχάραν αὐτοῦ, καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ, καὶ τὰ κέρατα αὐτοῦ· καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ. 4 Καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς. 5 Καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ. 6 Καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος, τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἶς γνωσθήσομαί σοι ἐκεῖθεν. 7 Καὶ θυμιάσει ἀπʼ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτόν τὸ πρωῒ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπʼ αὐτοῦ. 8 Καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους ὀψέ, θυμιάσει ἐπʼ αὐτοῦ· θυμίαμα ἐνδελεχισμοῦ διαπαντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν. 9 Καὶ οὐκ ἀνοίσεις ἐπʼ αὐτοῦ θυμίαμα ἕτερον· κάρπωμα, θυσίαν, καὶ σπονδὴν οὐ σπείσεις ἐπʼ αὐτοῦ. 10 Καὶ ἐξιλάσεται ἐπʼ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτὸ εἰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶ Κυρίῳ.

Exodus 40:5

5 Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ· καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.

Exodus 30:7

7 Καὶ θυμιάσει ἀπʼ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτόν τὸ πρωῒ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπʼ αὐτοῦ.

Exodus 38:9-19

9 37:7(38:9) Καὶ ἐποίησαν τὴν αὐλήν τὰ πρὸς λίβα, ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφʼ ἑκατόν· 10 37:8(38:10) καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι. 11 37:9(38:11) Καὶ τὸ κλίτος τὸ πρὸς βοῤῥᾶν, ἑκατὸν ἐφʼ ἑκατὸν· καὶ τὸ κλίτος τὸ πρὸς Νότον, ἑκατὸν ἐφʼ ἑκατόν· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· 12 37:10(38:12) Καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα· 13 37:11(38:13) Καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων ἱστία, 14 37:12(38:14) πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου· καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς· 15 37:13(38:15) Καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς, αὐλαῖαι πεντεκαίδεκα πήχεων· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς· 16 37:14(38:16) πᾶσαι αἱ αὐλαῖαι τῆς σκηνῆς ἐκ βύσσου κεκλωσμένης. 17 37:15(38:17) Καὶ αἱ βάσεις τῶν στύλων αὐτῶν χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ, καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ πάντες οἱ στῦλοι τῆς αὐλῆς· 18 37:16(38:18) καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης· εἴκοσι πήχεων τὸ μῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς· 19 37:17(38:19) Καὶ οἱ στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ.

Exodus 29:38-46

38 Καὶ ταῦτά ἐστιν, ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ.
39 Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν. 40 Καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ εἲν· καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἲν οἴνου τῷ ἀμνῷ τῷ ἑνί. 41 Καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν, κατὰ τὴν θυσίαν τὴν πρωϊνὴν, καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ· ποιήσεις εἰς ὀσμὴν εὐωδίας, κάρπωμα Κυρίῳ, 42 θυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν, ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν, ὥστε λαλῆσαί σοι. 43 Καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου. 44 Καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον· καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω, ἱερατεύειν μοι. 45 Καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἔσομαι αὐτῶν Θεὸς. 46 Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐπικληθῆναι αὐτοῖς, καὶ εἶναι αὐτῶν Θεός.

Exodus 40:7

7

Ezekiel 36:25

25 καὶ ῥανῶ ἐφʼ ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς.

Exodus 30:19-20

19 Καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας, καὶ τοὺς πόδας ὕδατι. 20 Ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν, ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ.

Psalms 51:6-7

6 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 7 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Exodus 40:19

19 Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπʼ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

Psalms 73:19

19 Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.

Exodus 27:9-16

9 Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τό πρὸς Λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης· μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει. 10 Καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ. 11 Οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. 12 Τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. 13 Καὶ εὖρος τῆς αὐλῆς τῆς πρὸς Νότον, ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. 14 Καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 15 Καὶ τὸ κλίτος τὸ δεύτερον δεκαπέντε πήχεων τῶν ἱστίων τὸ ὕψος· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 16 Καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα· εἴκοσι πήχεων τὸ ὕψος ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ· στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες.

Exodus 39:32

32 39:11(39:32a) καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν· 39:12(39:32b) Τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι Κυρίου· 39:13(39:32c) Καὶ τὴν καταλειφθεῖσαν ὑάκινθον, καὶ πορφύραν, καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς Ἀαρὼν, ὥστε λειτουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ·

Exodus 40:8

8

Numbers 1:50

50 Καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· ἀροῦσιν αὐτοὶ τὴν σκηνὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς· καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ, καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσι.

1 Kings 6:9

9 Καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησε τὸν οἶκον κέδροις.

Zechariah 4:9

9 αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν· καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.

Exodus 13:21-22

21 Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα ἐν στύλῳ πυρός. 22 Οὐκ ἐξέλιπε δὲ ὁ στῦλος τῆς νεφέλης ἡμέρας, καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς, ἐναντίον τοῦ λαοῦ παντός.

Exodus 14:19-20

19 Ἐξῇρε δὲ ὁ Ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῇρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν. 20 Καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ἰσραὴλ, καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος· καὶ διῆλθεν ἡ νύξ· καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.

Exodus 14:24

24 Ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ ἐπέβλεψε Κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης, καὶ συνετάραξε τὴν παρεμβολὴν τῶν Αἰγυπτίων,

Exodus 25:8

8 Καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν·

Exodus 25:21-22

21 Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἃ ἂν δῷ σοι. 22 Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβὶμ, τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

Exodus 29:43

43 Καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου.

Exodus 33:9

9 Ὡς δʼ ἂν εἰσῆλθε Μωυσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωυσῇ·

Leviticus 16:2

2 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.

Numbers 9:15-23

15 Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ. 16 Οὕτως ἐγίνετο διαπαντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. 17 Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. 18 Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι· πάσας τὰς ἡμέρας ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. 19 Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ, καὶ οὐ μὴ ἐξάρωσι. 20 Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. 21 Καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφʼ ἑσπέρας ἕως πρωῒ, καὶ ἀναβῇ ἡ νεφέλη τοπρωῒ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτός. 22 Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπʼ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὐ μὴ ἀπάρωσιν. 23 Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι· τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.

1 Kings 8:10-11

10 Καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον. 11 Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

2 Chronicles 5:13

13 Καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ Κυρίῳ· καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν, καὶ ἔλεγον, ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου.

2 Chronicles 7:2

2 Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

Psalms 18:10-12

10 Καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. 11 Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. 12 11 Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός.

Isaiah 4:5-6

5 Καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοὺς ὄρους Σιὼν, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ φωτὸς πυρὸς καιομένου νυκτὸς, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται. 6 Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.

Isaiah 6:4

4 Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ.

Ezekiel 43:4-7

4 Καὶ δόξα Κυρίου εἰσῆλθεν εἰς τὸν οἶκον, κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς. 5 Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν· καὶ ἰδοὺ πλήρης δόξης ὁ Κυρίου οἶκος. 6 Καὶ ἔστην, καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρὸς μὲ, καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου, 7 καὶ εἶπε πρὸς μὲ,
Υἱὲ ἀνθρώπου, ἑώρακας τὸν τόπον τοῦ θρόνου μου, καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου, ἐν οἷς κατασκηνώσῃ τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ἰσραὴλ τὸν αἰῶνα· καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος Ἰσραὴλ τὸ ὄνομα τὸ ἅγιόν μου, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν ἐν τῇ πορνείᾳ αὐτῶν, καὶ ἐν τοῖς φόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν,

Haggai 2:7

7 καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν· καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ.

Haggai 2:9

9 10 Διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι, τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.

1 Kings 8:11

11 Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

2 Chronicles 5:13-14

13 Καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ Κυρίῳ· καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν, καὶ ἔλεγον, ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου. 14 Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἐνέπλησε δόξα Κυρίου τὸν οἶκον τοῦ Θεοῦ.

Numbers 9:17

17 Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ.

Numbers 10:11-13

11 Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς, ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου. 12 Καὶ ἐξῇραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινᾶ· καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν. 13 Καὶ ἐξῇραν πρῶτοι διὰ φωνῆς Κυρίου ἐν χειρὶ Μωυσῆ.

Numbers 10:33-36

33 Καὶ ἐξῇραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν· καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν. 34 Καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, καὶ εἶπε Μωυσῆς, ἐξεγέρθητι, Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. 35 Καὶ ἐν τῇ καταπαύσει εἶπεν, ἐπίστρεφε Κύριε χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ. 36 Καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπʼ αὐτοῖς ἡμέρας, ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.

Numbers 19:17-22

17 Καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν ἐπʼ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος. 18 Καὶ λήψεται ὕσσωπον, καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρὸς, καὶ περιῤῥανεῖ ἐπὶ τὸν οἶκον, καὶ ἐπὶ τὰ σκεύη, καὶ ἐπὶ τὰς ψυχὰς, ὅσαι ἂν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου, ἢ τοῦ τραυματίου, ἢ τοῦ τεθνηκότος, ἢ τοῦ μνήματος. 19 Καὶ περιῤῥανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 20 Καὶ ἄνθρωπος ὃς ἐὰν μιανθῇ, καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια Κυρίου ἐμίανεν, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεῤῥαντίσθη ἐπʼ αὐτόν· ἀκάθαρτός ἐστι. 21 Καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον· καὶ ὁ περιῤῥαίνων ὕδωρ ῥαντισμοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ· καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 22 Καὶ παντὸς οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος, ἀκάθαρτον ἔσται· καὶ ψυχὴ ἡ ἁπτομένη, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

Nehemiah 9:19

19 Καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ, τὸν στύλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπʼ αὐτῶν ἡμέρας, ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ, καὶ τὸν στύλον τοῦ πυρὸς τὴν νύκτα, φωτίζειν αὐτοῖς τὴν ὁδόν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.

Psalms 78:14

14 Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.

Psalms 105:39

39 Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.

Numbers 9:19-22

19 Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ, καὶ οὐ μὴ ἐξάρωσι. 20 Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. 21 Καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφʼ ἑσπέρας ἕως πρωῒ, καὶ ἀναβῇ ἡ νεφέλη τοπρωῒ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτός. 22 Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπʼ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὐ μὴ ἀπάρωσιν.

Psalms 31:15

15 ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με.

Exodus 13:21

21 Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα ἐν στύλῳ πυρός.

Numbers 9:15

15 Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.