Exodus 36:20-34

Brenton_Greek(i) 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 38:18(36:34a) Οὗτος περιηργύρωσε τοὺς στύλους, καὶ ἐχώνευσε τῷ στύλῳ δακτυλίους χρυσοῦς, καὶ ἐχρύσωσε τοὺς μοχλοὺς χρυσίῳ· καὶ κατεχρύσωσε τοὺς στύλους τοῦ καταπετάσματος χρυσίῳ· καὶ ἐποίησε τὰς ἀγκύλας χρυσᾶς. 38:19(36:34b) Οὗτος ἐποίησε καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς, καὶ τοὺς κρίκους τῆς αὐλῆς, καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκοῦς· 38:20(36:34c) Οὗτος ἐχώνευσε τὰς κεφαλίδας τὰς ἀργυρᾶς τῆς σκηνῆς, καὶ τὰς κεφαλίδας τὰς χαλκᾶς τῆς θύρας τῆς σκηνῆς, καὶ τὴν πύλην τῆς αὐλῆς· καὶ ἀγκύλας ἐποίησε τοῖς στύλοις ἀργυρᾶς, ἐπὶ τῶν στύλων οὗτος περιηργύρωσεν αὐτάς·