Exodus 29:36-37

Brenton_Greek(i) 36 Καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ· καὶ καθαριεῖς τὸ θυσιαστήριον ἐν τῷ ἁγιάζειν σε ἐπʼ αὐτῷ· καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό. 37 Ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον, καὶ ἁγιάσεις αὐτό· καὶ ἔσται τὸ θυσιαστήριον, ἅγιον τοῦ ἁγίου· πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου, ἁγιασθήσεται.