Matthew 27:40-43

SBLGNT(i) 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, ⸀κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως ⸀καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ ⸀πρεσβυτέρων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ⸀βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ ⸀αὐτόν. 43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω ⸀νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
SBL Greek NT Apparatus

40 κατάβηθι WH Treg NIV RP ] καὶ κατάβηθι NA
41 καὶ WH NIV ] δὲ καὶ Treg RP • πρεσβυτέρων WH Treg NIV ] + καὶ Φαρισαίων RP
42 βασιλεὺς WH Treg NIV ] Εἰ βασιλεὺς RP • αὐτόν WH Treg NIV ] αὐτῷ RP
43 νῦν WH NIV ] + αὐτόν Treg RP