Matthew 21:28-31

SBLGNT(i) 28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. ⸀προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ⸀ἀμπελῶνι. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς⸃ ἀπῆλθεν. 30 ⸂προσελθὼν δὲ⸃ τῷ ⸀δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Ἐγώ, κύριε· καὶ οὐκ⸃ ἀπῆλθεν. 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; ⸀λέγουσιν· Ὁ ⸀πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
SBL Greek NT Apparatus

28 προσελθὼν WH ] καὶ προσελθὼν Treg NIV RP • ἀμπελῶνι WH Treg NIV ] + μου RP
29 Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NIV RP ] Ἐγώ κύριε καὶ οὐκ WH
30 προσελθὼν δὲ WH Treg NIV ] Καὶ προσελθὼν RP • δευτέρῳ WH Treg RP ] ἑτέρῳ NIV • Ἐγώ κύριε καὶ οὐκ Treg NIV RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH
31 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP • πρῶτος NIV RP ] ὕστερος WH Treg