Matthew 21:28-31

BGB(i) 28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο· [καὶ] προσελθὼν τῷ πρώτῳ εἶπεν ‘Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι.’ 29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν ‘‹Οὐ θέλω’ ὕστερον δὲ μεταμεληθεὶς› ἀπῆλθεν. 30 Προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν ‘Ἐγώ* κύριε*’ καὶ* οὐκ* ἀπῆλθεν. 31 Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός;” Λέγουσιν “Ὁ πρῶτος*.” Λέγει αὐτοῖς ὁ Ἰησοῦς “Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.