SBLGNT(i)
16 ⸂Καὶ παράγων⸃ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ⸀ἀδελφὸν Σίμωνος ⸀ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 καὶ ⸀εὐθὺς ἀφέντες τὰ ⸀δίκτυα ἠκολούθησαν αὐτῷ. 19 καὶ ⸀προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶ ⸀εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
Mark 1:16-20
SBL Greek NT Apparatus
16 Καὶ παράγων WH Treg NIV ] Περιπατῶν δὲ RP • ἀδελφὸν WH Treg NIV ] + αὐτοῦ τοῦ RP • ἀμφιβάλλοντας WH Treg NIV ] βάλλοντας ἀμφίβληστρον RP
18 εὐθὺς WH NIV ] εὐθέως RP Treg • δίκτυα WH Treg NIV ] + αὐτῶν RP
19 προβὰς WH Treg NIV ] ἐκεῖθεν RP
20 εὐθὺς WH Treg NIV ] εὐθέως RP