SBLGNT(i)
1 Καὶ διαγενομένου τοῦ σαββάτου ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ τοῦ⸃ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 καὶ λίαν πρωῒ ⸂τῇ μιᾷ τῶν⸃ σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. 3 καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ⸀ἐκ τῆς θύρας τοῦ μνημείου; 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ⸀ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. 5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.
Mark 16:1-5
SBL Greek NT Apparatus
1 Μαρία Treg NIV RP ] ἡ Μαρία WH • ἡ τοῦ WH Treg NIV ] – RP
2 τῇ μιᾷ τῶν WH NIV ] μιᾷ τῶν Treg; τῆς μιᾶς RP
3 ἐκ WH NIV RP ] ἀπὸ Treg
4 ἀποκεκύλισται NIV RP ] ἀνακεκύλισται WH Treg
1 Μαρία Treg NIV RP ] ἡ Μαρία WH • ἡ τοῦ WH Treg NIV ] – RP
2 τῇ μιᾷ τῶν WH NIV ] μιᾷ τῶν Treg; τῆς μιᾶς RP
3 ἐκ WH NIV RP ] ἀπὸ Treg
4 ἀποκεκύλισται NIV RP ] ἀνακεκύλισται WH Treg