Mark 13:9-11

SBLGNT(i) 9 βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 10 καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖ⸃ κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 ⸂καὶ ὅταν⸃ ⸀ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
SBL Greek NT Apparatus

9 παραδώσουσιν WH NIV ] + γὰρ Treg RP
10 πρῶτον δεῖ WH Treg NIV ] δεῖ πρῶτον RP
11 καὶ ὅταν WH Treg NIV ] Ὅταν δὲ RP • ἄγωσιν WH Treg NIV ] ἀγάγωσιν RP • λαλήσητε WH Treg NIV ] + μηδὲ μελετᾶτε RP