Revelation 6:9-11

SBLGNT(i) 9 Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν ⸀μαρτυρίαν ἣν εἶχον. 10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ⸀ἀναπαύσονται ἔτι χρόνον ⸀μικρόν, ἕως ⸀πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ ⸀αὐτῶν οἱ μέλλοντες ⸀ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
SBL Greek NT Apparatus

9 μαρτυρίαν WH Treg NIV ] + τοῦ ἀρνίου RP
11 ἀναπαύσονται WH Treg NIV ] ἀναπαύσωνται RP • μικρόν WH Treg NIV ] – RP • πληρωθῶσιν WH NIV ] πληρώσωσιν Treg RP• αὐτῶν WH Treg NIV ] + καὶ RP • ἀποκτέννεσθαι WH Treg NIV ] ἀποκτένεσθαι RP