SBLGNT(i)
27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ⸀ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ⸀ἔχων δαιμόνια· ⸂καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον⸃, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν ⸀Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· 29 ⸀παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ⸀ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ⸀ὑπὸ τοῦ ⸀δαιμονίου εἰς τὰς ἐρήμους.
Luke 8:27-29
SBL Greek NT Apparatus
27 ὑπήντησεν WH NIV ] + αὐτῷ Treg RP • ἔχων WH NIV ] ὃς εἶχεν Treg RP • καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον WH Treg NIV ] ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο RP
28 Ἰησοῦν WH Treg NIV ] + καὶ RP
29 παρήγγελλεν WH Treg ] παρήγγειλεν NIV RP • ἐδεσμεύετο WH Treg NIV ] ἐδεσμεῖτο RP • ὑπὸ Treg NIV RP ] ἀπὸ WH • δαιμονίου WH Treg NIV ] δαίμονος RP