Luke 24:44-50

SBLGNT(i) 44 Εἶπεν δὲ ⸂πρὸς αὐτούς⸃· Οὗτοι οἱ λόγοι ⸀μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως ⸀καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως ⸀γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ⸀καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη — ⸀ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς ⸀ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ ⸀πόλει ἕως οὗ ἐνδύσησθε ⸂ἐξ ὕψους δύναμιν⸃. 50 Ἐξήγαγεν δὲ αὐτοὺς ⸀ἕως ⸀πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
SBL Greek NT Apparatus

44 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP • μου WH Treg NIV ] – RP • καὶ RP ] + τοῖς WH Treg NIV
46 γέγραπται WH Treg NIV ] + καὶ οὕτως ἔδει RP
47 καὶ Treg NIV RP ] εἰς WH NA • ἀρξάμενοι WH Treg NIV ] ἀρξάμενον RP
48 ἐστε Treg ] – WH NIV; δέ ἐστε RP
49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NIV RP • πόλει WH Treg NIV ] + Ἱερουσαλήμ RP • ἐξ ὕψους δύναμιν WH Treg NIV ] δύναμιν ἐξ ὕψους RP
50 ἕως WH Treg NIV ] ἔξω ἕως RP NA • πρὸς WH Treg NIV ] εἰς RP