SBLGNT(i)
26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, ⸀ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ⸀πάντας. 28 ὁμοίως ⸀καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν ⸀πάντας. 30 κατὰ ⸂τὰ αὐτὰ⸃ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ⸀ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
Luke 17:26-31
SBL Greek NT Apparatus
27 ἐγαμίζοντο WH Treg NIV ] ἐξεγαμίζοντο RP • πάντας WH Treg NIV ] ἅπαντας RP
28 καθὼς WH Treg NIV ] καὶ ὡς RP
29 πάντας WH Treg NIV ] ἅπαντας RP
30 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP
31 ἐν WH Treg NIV ] + τῷ RP
27 ἐγαμίζοντο WH Treg NIV ] ἐξεγαμίζοντο RP • πάντας WH Treg NIV ] ἅπαντας RP
28 καθὼς WH Treg NIV ] καὶ ὡς RP
29 πάντας WH Treg NIV ] ἅπαντας RP
30 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP
31 ἐν WH Treg NIV ] + τῷ RP