Luke 12:54-57

SBLGNT(i) 54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν ⸀ἴδητε νεφέλην ἀνατέλλουσαν ⸀ἐπὶ δυσμῶν, εὐθέως λέγετε ⸀ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν ⸂δὲ καιρὸν⸃ τοῦτον πῶς ⸂οὐκ οἴδατε δοκιμάζειν⸃; 57 Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
SBL Greek NT Apparatus

54 ἴδητε WH Treg ] + τὴν NIV RP • ἐπὶ WH NIV ] ἀπὸ Treg RP • ὅτι WH Treg NIV ] – RP
56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NIV • οὐκ οἴδατε δοκιμάζειν WH Treg NIV ] οὐ δοκιμάζετε RP