BGB(i)
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις “Ὅταν ἴδητε [τὴν] νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι ‘Ὄμβρος ἔρχεται,’ καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι ‘Καύσων ἔσται,’ καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν καιρὸν ⇔ δὲ τοῦτον πῶς ‹οὐκ οἴδατε δοκιμάζειν›; 57 Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;