Luke 12:37-43

SBLGNT(i) 37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 ⸂κἂν ἐν τῇ δευτέρᾳ κἂν⸃ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί ⸀εἰσιν ἐκεῖνοι. 39 Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ⸂οὐκ ἂν⸃ ἀφῆκεν ⸀διορυχθῆναι τὸν οἶκον αὐτοῦ. 40 καὶ ⸀ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 41 Εἶπεν ⸀δὲ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; 42 ⸂καὶ εἶπεν⸃ ὁ κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, ⸀ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ ⸀τὸ σιτομέτριον; 43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως·
SBL Greek NT Apparatus

38 κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NIV ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP • εἰσιν WH NIV ] + οἱ δοῦλοι Treg RP
39 οὐκ ἂν NIV ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP • διορυχθῆναι WH NIV ] διορυγῆναι Treg RP
40 ὑμεῖς WH Treg NIV ] + οὖν RP
41 δὲ WH Treg NIV ] + αὐτῷ RP
42 καὶ εἶπεν WH Treg NIV ] Εἶπεν δὲ RP • ὁ WH Treg NIV ] καὶ RP • τὸ WH NIV RP ] – Treg