SBLGNT(i)
5 ἐπάρας οὖν ⸂τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς⸃ καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει ⸀πρὸς Φίλιππον· Πόθεν ⸀ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; 6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 7 ἀπεκρίθη ⸀αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ⸀ἕκαστος βραχύ ⸀τι λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· 9 Ἔστιν ⸀παιδάριον ὧδε ⸀ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
John 6:5-9
SBL Greek NT Apparatus
5 τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς RP • πρὸς WH Treg NIV ] + τὸν RP • ἀγοράσωμεν WH Treg NIV ] ἀγοράσομεν RP
7 αὐτῷ WH Treg RP ] + ὁ NIV • ἕκαστος WH Treg NIV ] + αὐτῶν RP • τι RP NIV ] – WH Treg
9 παιδάριον WH Treg NIV ] + ἓν RP • ὃς WH Treg NIV ] ὃ RP